Τρίτη 5 Δεκεμβρίου 2017

Περὶ τῆς θείας ἀγάπης
Ὦ ἀγάπη ἀληθὴς καὶ βέβαια! Ὦ ἀγάπη, τῆς θείας εἰκόνος ὁμοίωμα ! Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχῆς γλυκυτάτη ἀπόλαυσις ! Ὦ ἀγάπη, τῆς ἐμῆς καρδίας θεῖον πλήρωμα! Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχικῆς ἰσχύος τὸ κραταίωμα ! Ὦ ἀγάπη, τῆς ἐμῆς διανοίας διηνεκὲς μελέτημα. Σὺ τὴν ψυχήν μου ἀεὶ διακατέχουσα αὐτὴν περιέπεις καὶ διαθερμαίνεις. Σὺ αὐτὴν ζωογονεῖς καὶ πρὸς τὴν θείαν ἀγάπησιν ἀνάγεις. Σὺ τὴν καρδίαν μου πληροῦσα τῇ φλoγὶ τοῦ θείου ἔρωτος ἐκκαίεις, καὶ τὴν τοῦ ἄκρου ἐφετοῦ ζωπυρεῖς ἐπιπόθησιν. Σὺ τὴν ἰσχὺν τῆς ψυχῆς μου τῇ ζωογόνῳ σου δυνάμει ἐνισχύουσα ἰκανοῖς, ὅπως τὴν ὀφειλομένην τῇ θείᾳ ἀγάπῃ προσφέρῃ λατρείαν. Σὺ τὴν διάνοιάν μου κατέχουσα ἐλευθεροῖς αὐτὴν τῶν δεσμῶν τῶν γηίνων καὶ παρέχεις αὐτῇ τὴν ἐλευθερίαν, ἵνα πρὸς τὴν ἐν Οὐρανοῖς θείαν ἀγάπην ἀκωλύτως ἀνάγηται.
Σὺ εἶσαι τὸ πολυτιμότατον τῶν πιστῶν θησαύρισμα, διότι εἶσαι τὸ τιμιώτατον τῶν θείων χαρισμάτων δώρημα. Σὺ εἶσαι τὸ θεοειδὲς τῆς ψυχῆς καὶ τῆς καρψίας ἀγλάϊσμα, διότι ἀναδεικνύεις τοὺς πιστοὺς υἱοὺς Θεοῦ. Σὺ εἶσαι τὸ τῶν πιστῶν ἐγκαλλώπισμα, διότι σεμνύνεις τοὺς φίλους σου. Σὺ εἶσαι τὸ μόνον διηνεκὲς ἀγαθόν, διότι εἶσαι αἰώνια. Σὺ εἶσαι τὸ ὡραιότερον τῶν φίλων τοῦ Θεοῦ περιβόλαιον, διότι δι᾿ αὐτοῦ περιβεβλημένοι οἱ πιστοὶ ἐμφανίζονται ἐνώπιον τῆς θείας ἀγάπης. Σὺ εἶσαι τὸ ἤδιστον τῶν πιστῶν ἐντρύφημα, διότι εἶσαι καρπὸς τοῦ ἁγίου Πνεύματος. Σὺ εἰσάγεις τοὺς ὑπὸ σοῦ ἁγιασθέντας πιστοὺς εἰς τὴν βασιλείαν τῶν Οὐρανῶν. Σὺ εἶσαι ἡ εὐωδία τῶν πιστῶν.
Διὰ σοῦ τῆς τρυφῆς τοῦ παραδείσου μεταλαμβάνουσιν οἱ πιστοί. Διὰ σοῦ τὸ φῶς τοῦ νοητοῦ ἡλίου ἐν τῇ ψυχῇ τῶν πιστῶν ἀνατέλλει. Διὰ σοῦ οἱ νοεροὶ ὀφθαλμοὶ τῶν πιστῶν αὐγάζονται. Διὰ σοῦ οἱ πιστοὶ θείας δόξης καὶ αἰωνίου ζωῆς μέτοχοι γίνονται. Διὰ σοῦ ὁ πόθος τῶν οὐρανίων ἐν ἡμῖν ἐγγίγνεται. Σὺ τὴν βασιλείαν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ἀποκαθιστᾷς. Σὺ τὴν εἰρήνην τοῖς ἀνθρώποις βραβεύεις. Σὺ τὴν γῆν πρὸς τὸν Οὐρανὸν ἐξομοιοῖς. Σὺ τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις συνάπτεις καὶ ἁρμονικὴν ὑμνῳδίαν τῷ Θεῷ ἀναπέμπεις. Σὺ ἐν πᾶσι νικᾷς. Σὺ ἐν πάσιν ὑπερτέρα δείκνυσαι. Σὺ τὰ πάντα ἀληθῶς κυβερνᾷς. Σὺ τὰ πάντα σοφῶς διέπεις. Σὺ τὰ πάντα κρατεῖς καὶ συνέχεις. Σὺ οὐδέποτε ἐκπίπτεις.

Ἅγιος Νεκτάριος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου