Τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα·
τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν,
τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν,
τὰς εἰσόδους τῶν ψυχῶν τῷ Βασιλεῖ διανοίξωμεν,
τὰ βαΐα τῆς νίκης ὡς νικητῇ τοῦ θανάτου βαστάσωμεν,
τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες·
τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνήσωμεν·
μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν,
μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν.

Ἐπέφανεν ἡ τῶν πεπτωκότων ἀνάστασις, ἐπέφανεν
ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις,
ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις,
ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις,
ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις,
ἐπέφανεν ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις,
ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη.

Διὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου
βοήσωμεν,
λέγοντες σήμερον Χριστῷ·
Ὡσαννὰ, τουτέστι, Σῶσον δὴ, ὁ ἐν ὑψίστοις Θεός.

Ἅγιος Ἐπιφάνιος Ἐπίσκοπος Κύπρου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου