Τετάρτη 16 Μαΐου 2012

Σκῦρος 2010






Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυὶδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ παρθένος τεκοῦσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ·
διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν ποῦ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ πατὴρ τῆς μητρὸς γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα·
«Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὑψηλὲ βασιλεῦ, τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, τί πρὸς γηΐνους ἤλυθας;
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, ἀλλ᾿ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάῤῥᾳ τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.»


Ρωμανοῦ τοῦ Μελωδοῦ

Μηνὶ δεκεμβρίῳ κεʹ, κοντάκιον τῆς Χριστοῦ γεννήσεως, ἦχος γʹ, οἶκοι,
φέρον ἀκροστιχίδα· τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος
 


Τετράδιο 141 * Δεκέμβριος 2011

Κυριακή 29 Απριλίου 2012


Μικρά και μεγάλα

Ἀπό τόν Θεό τραβιέται ὁ ἄνθρωπος ὅπως ὁ καρχαρίας ἀπό τό αἷμα.
T
Ἄν εἶναι νά πεθάνεις, πέθανε, ἀλλά κοίτα νά γίνεις ὁ πρῶτος πετεινός μέσα στόν Ἅδη.
T
Ἄν δέν στηρίξεις τό ἕνα σου πόδι ἔξω ἀπ' τή Γῆ, ποτέ σου δέν θά μπορέσεις νά σταθεῖς ἐπάνω της.
T
Θεέ μου τί μπλέ ξοδεύεις γιά νά μή σέ βλέπουμε!
T
Τό ἐλάχιστο θέλησα καί μέ τιμώρησαν μέ τό πολύ.
T
Ὅπου καί νά θολώνει ὁ νοῦς σας, μνημονεύετε Διονύσιο Σολωμό καί μνημονεύετε Ἀλέξανδρο Παπαδιαμάντη.
T
Κεῖνο πού σοῦ προσάπτουνε τά χελιδόνια εἶναι ἡ ἄνοιξη πού δέν ἔφερες.
T
Ὅ,τι ἀγαπῶ γεννιέται ἀδιάκοπα. Ὅ,τι ἀγαπῶ βρίσκεται στήν ἀρχή του πάντα.
T
Μέσα στή θλίψη τῆς ἀπέραντης μετριότητας πού μᾶς πνίγει ἀπό παντοῦ, παρηγοριέμαι ὅτι κάπου, σέ κάποιο καμαράκι, κάποιοι πεισματάρηδες ἀγωνίζονται νά ἐξουδετερώσουν τή φθορά.

Ὀδυσσέας Ἐλύτης

Τετράδιο 143 * Φεβρουάριος 2012