Σάββατο 11 Αυγούστου 2018


Αὕτη ἐστὶν ἡ ἰσότης, ἡ ἀδελφότης καὶ ἡ ἐλευθερία
Ἡ Εὐχαριστιακὴ σύναξις, ἐν πίστει ὀρθοδόξῳ γινομένη καὶ ἐν ἀγάπῃ ἀμωμήτῳ τελουμένη, αὕτη ἐστὶν ἡ μαρτυρία καὶ ἡ ἔκφρασις τῆς Ἐκκλησίας, καὶ ἡ ἐλπὶς καὶ σωτηρία τοῦ κόσμου. Ἐν τῷ ἁγίῳ Ποτηρίῳ τῆς θείας Κοινωνίας οἱ πολλοὶ ἑνούμεθα εἰς ἕν. Ἕν διὰ τῆς μεταλήψεως μετὰ τοῦ Ἰησοῦ Χριστοῦ καὶ ἓν διὰ τοῦ Ἰησοῦ Χριστοῦ μετ' ἀλλήλων. Αὕτη ἐστὶν ἡ ἐν τῷ κόσμῳ διαθρυλουμένη ἰσότης, αὕτη ἡ ἀδελφότης, αὕτη καὶ ἡ ἐλευθερία. Αὕτη ἐστι καὶ ἡ ἐν τῇ Ἐκκλησίᾳ ζητούμενη ἑνότης, ἑνότης ἐν τῇ πίστει καὶ ἑνότης ἐν τῇ τάξει.
Τῇ ἀλήθειᾳ ὁ Ἰησοῦς Χριστὸς ἀπέθανε καὶ ἀνέστη, καὶ ἡμεῖς γινόμεθα κοινωνοὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ἵνα διεσκορπισμένοι τὸ πρότερον συναχθῶμεν εἰς ἕν, συγκροτοῦντες τὴν Ἐκκλησίαν. Οὐχὶ τὴν ἀορίστως οὕτω πως καλουμένην ἀνθρωπίνην κοινωνίαν, ἀλλὰ τὴν θείαν κοινωνίαν, τὴν ἐν τῇ ἑνότητι τῶν τριῶν προσώπων τῆς Ἁγίας Τριάδος βιουμένην. 
Μητροπολίτης Σερβίων καὶ Κοζάνης Διονύσιος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου