Πόρνης ἐπεθύμει
ὁ Θεός
«Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως τῆς ἡμετέρας λέγω…Ὑψηλὸς
ἦν, καὶ αὕτη ταπεινή. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἡ φύσις, ἀπερινόητος,
ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων,
νικῶν λογισμόν, ὑπερβαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον.
Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερουβὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ.
Ἐπέβλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ ἐξήραινεν
αὐτήν… Πῶς εἴπω; Πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ
ἀριθμὸν οὐκ ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι…
Ἀλλ’ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ
πόρνης καταδικάζεται, Θεός δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ
πόρνης, ἵνα γένηται πόρνος· Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται…
Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται νυμφίος. Τί
ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει
τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ᾿ αὐτὸς παραγίνεται ὁ ἐρῶν.
Ἐπεθύμησε πόρνης. Καὶ ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς
κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται… Καὶ πῶς ἔρχεται; Οὐ
γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει… ἵνα
μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην
καὶ γίνεται ἄνθρωπος… Εἰς μήτραν κυοφορεῖται καὶ μίγνυται ἀνθρώποις. Εὑρίσκει αὐτὴν
ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ προσέρχεται αὐτῇ…
Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων.
Κεῖται ὁ ναός καὶ ἐνοικεῖ ὁ Θεός… Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων,
ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει τὴν πόρνην, ἀρμόζεται
αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; Δακτύλιον. Τὸ Πνεῦμα τὸ ἅγιον αὐτῇ δίδωσιν. Εἶτα
φησίν· οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει, ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν
ὁ διάβολος καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ καὶ ἔβαλέ
σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγὼ σε βαστάζω… Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω·
ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ… Ἀλλὰ ἁμαρτωλός εἰμι καὶ ἀκάθαρτος. Μὴ σοι
μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη… Ἀναπλάττω νυν
αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας…
Πρόσχες μετὰ ἀκριβείας· βλέπε τὶ ποιεῖ, ἵνα μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα
Ἦλθε λαβεῖν τὴν πόρνην, ὡς ἦν ἀκάθαρτος… Καὶ γὰρ ὡς γυναῖκα ἡρμόσατο, καὶ ὡς
θυγατέρα φιλεῖ, καὶ ὡς δούλης προνοεῖ, καὶ ὡς παρθένον τηρεῖ, καὶ ὡς παράδεισον
τειχίζει, καὶ ὡς μέλος περιέπει, καὶ ὡς κεφαλὴ προνοεῖ, καὶ ὡς νυμφίος ἁρμόζεται,
καὶ ὡς ἱλαστήριον συγχωρεῖ, καὶ ὡς πρόβατον θύεται, καὶ ὡς νυμφίος διατηρεῖ ἐν
κάλλει, καὶ ὡς ἀνὴρ προνοεῖ τῆς κηδεμονίας.
Θυγάτηρ ἦν τῶν δαιμόνων αὐτὴ πρῶτον, θυγάτηρ τῆς γῆς, ἀνάξια τῆς γῆς,
καὶ νῦν γέγονε θυγάτηρ τοῦ βασιλέως. Τοῦτο δὲ ἠθέλησεν ὁ ἐρῶν αὐτῆς. Ὁ γὰρ ἐρῶν
οὐκ ἐξετάζει τρόπον· ὁ ἔρως οὐ βλέπει ἀμορφίαν· διὰ τοῦτο δὲ καλεῖται ἔρως, ὅτι
πολλάκις καὶ ἄμορφον φιλεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἄμορφον εἶδεν (οὐ γὰρ ἂν
αὐτὴν εἴποιμι εὔμορφον), καὶ ἠράσθη, καὶ ποιεῖ αὐτὴν νέαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα.
Ὣ νυμφίου καλλωπίζοντος ἀμορφίαν νύμφης»!
Ἰωάννου Χρυσοστόμου
«Ὅτε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου